Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.54 Dem. 40.57 (English) >>Dem. 40.60

40.56καὶ ἐγὼ μέν, ἐάν, μὴ γένοιτο, ὑμεῖς με ἐγκαταλίπητε, οὐχ ἕξω ὁπόθεν προῖκα ἐπιδῶ τῇ θυγατρί, ἧς τῇ μὲν φύσει πατήρ εἰμι, τὴν δʼ ἡλικίαν αὐτῆς εἰ ἴδοιτε, οὐκ ἂν θυγατέρα μου ἀλλʼ ἀδελφὴν εἶναι αὐτὴν νομίσαιτε· οὗτοι δέ, ἐὰν ὑμεῖς μοι βοηθήσητε, οὐδὲν ἐκ τῶν ἰδίων ἀποτείσουσιν, ἀλλʼ ἐκ τῆς οἰκίας τὰ ἐμὰ ἐμοὶ ἀποδώσουσιν, ἣν ἐξειλόμεθα μὲν κοινῇ πάντες εἰς τὴν ἔκτεισιν τῆς προικός, οἰκοῦντες δὲ αὐτὴν οὗτοι μόνοι διατελοῦσιν. 40.57οὔτε γὰρ ἁρμόττει μοι θυγατέρα ἐπίγαμον ἔχοντι οἰκεῖν μετὰ τοιούτων, οἳ οὐ μόνον αὐτοὶ ἀσελγῶς ζῶσιν, ἀλλὰ καὶ ὁμοίους αὑτοῖς ἑτέρους πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγουσιν, οὔτε μὰ τὸν Δία ἀσφαλὲς εἶναί μοι νομίζω συζῆν τούτοις ἐν τῷ αὐτῷ· ὅπου γὰρ οὕτω φανερῶς μοι ἐπιβουλεύσαντες εἰς Ἄρειον πάγον ἀγῶνα κατεσκεύασαν, τίνος ἂν οὗτοι φαρμακείας ἄλλης κακουργίας τοιαύτης ὑμῖν ἀποσχέσθαι δοκοῦσιν; 40.58οἵ γε πρὸς τοῖς ἄλλοις (ἀρτίως γὰρ καὶ τοῦτο ἀνεμνήσθην) εἰς τοσαύτην ὑπερβολὴν τόλμης ἥκουσιν, ὥστε καὶ Κρίτωνος μαρτυρίαν ἐνεβάλοντο, ὡς ἐώνηται τὸ τρίτον παρʼ ἐμοῦ μέρος τῆς οἰκίας· ἥν, ὅτι ψευδής ἐστι, ῥᾳδίως εἴσεσθε. πρῶτον μὲν γὰρ οὐχ οὕτω μετρίως ζῇ Κρίτων ὥστε παρʼ ἑτέρου οἰκίαν ὠνεῖσθαι, ἀλλʼ οὕτως πολυτελῶς καὶ ἀσώτως ὥστε πρὸς τοῖς ἑαυτοῦ καὶ τὰ τῶν ἄλλων ἀναλίσκειν· ἔπειτα οὐ μαρτυρεῖ τούτῳ νῦν, ἀλλʼ ἐμοὶ ἀντιδικεῖ· τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι μάρτυρες μέν εἰσιν οὗτοι, οἷς μὴ μέτεστι τοῦ πράγματος περὶ οὗ δίκη ἐστίν, ἀντίδικοι δʼ οἱ κοινωνοῦντες τῶν πραγμάτων περὶ ὧν ἂν δικάζηταί τις αὐτοῖς; Κρίτωνι συμβέβηκεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.54 Dem. 40.57 (English) >>Dem. 40.60

Powered by PhiloLogic